Acts 4:1-4
1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ▼▼ ἱερεῖς = Treg NA/NIV RP: || ἀρχιερεῖς = WH
ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν ▼▼ τὴν ἐκ = WH Treg NA/NIV: || τῶν = RP
τὴν ἐκ ⸃ νεκρῶν, 3καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη. 4πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ▼▼ ὁ = Treg NA/NIV RP: || [omit] = WH
ὁ ἀριθμὸς τῶν ἀνδρῶν ▼▼ ὡς = WH Treg NA/NIV: || ὡσεὶ = RP
ὡς χιλιάδες πέντε.
Copyright information for
SBLG