‏ Acts 4:13-22

13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
14τόν
 τε = WH Treg NA/NIV: || δὲ = RP
τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
15κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους
16λέγοντες· Τί
 ποιήσωμεν = WH Treg NA/NIV: || ποιήσομεν = RP
ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα
 ἀρνεῖσθαι = WH Treg NA/NIV: || ἀρνήσασθαι = RP
ἀρνεῖσθαι·
17ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν,
 ἀπειλησώμεθα = WH Treg NA/NIV: || ἀπειλῇ ἀπειλησόμεθα = RP
ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
18καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν
 τὸ = Treg NA/NIV: || [omit] = WH; || αὐτοῖς τὸ = RP
τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
19 δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες
 εἶπον πρὸς αὐτούς = WH Treg NA/NIV: || πρὸς αὐτούς εἶπον = RP
εἶπον πρὸς αὐτούς ⸃· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον τοῦ θεοῦ, κρίνατε,
20οὐ δυνάμεθα γὰρ ἡμεῖς εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.
21οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς
 κολάσωνται = WH Treg NA/NIV: || κολάσονται = RP
κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι·
22ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ἄνθρωπος ἐφ᾽ ὃν
 γεγόνει = WH Treg NA/NIV: || ἐγεγόνει = RP
γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

Copyright information for SBLG