‏ Acts 4:23-31

23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
24οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα,
 σὺ = WH Treg NA/NIV: || σὺ ὁ θεὸς = RP
σὺ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
25
 τοῦ πατρὸς ἡμῶν = WH Treg NA/NIV: || [omit] = RP
τοῦ πατρὸς ἡμῶν ⸃ διὰ
 πνεύματος ἁγίου = WH Treg NA/NIV: || [omit] = RP
πνεύματος ἁγίου ⸃ στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
26παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας
 ἐν τῇ πόλει ταύτῃ = WH Treg NA/NIV: || [omit] = RP
ἐν τῇ πόλει ταύτῃ ⸃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
28ποιῆσαι ὅσα χείρ σου καὶ
 βουλὴ = WH: || βουλὴ σου = Treg NA/NIV RP
βουλὴ προώρισεν γενέσθαι.
29καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
30ἐν τῷ τὴν χεῖρά
 σου = NA/NIV RP: || [omit] = WH Treg
σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
31καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη τόπος ἐν ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες
 τοῦ ἁγίου πνεύματος = WH Treg NA/NIV: || πνεύματος ἁγίου = RP
τοῦ ἁγίου πνεύματος ⸃, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.

Copyright information for SBLG