Acts 4:5-12
5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ ▼
▼ τοὺς = WH Treg NA/NIV: || [omit] = RP
τοὺς πρεσβυτέρους καὶ ▼▼ τοὺς = WH Treg NA/NIV: || [omit] = RP
τοὺς γραμματεῖς ▼▼ ἐν = WH Treg NA/NIV: || εἰς = RP
ἐν Ἰερουσαλήμ 6(καὶ ▼
▼ Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος = WH Treg NA/NIV: || Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον = RP
Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος ⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ), 7καὶ στήσαντες αὐτοὺς ἐν ▼
▼ τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ ▼
▼ πρεσβύτεροι = WH Treg NA/NIV: || πρεσβύτεροι τοῦ Ἰσραήλ = RP
πρεσβύτεροι, 9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος ▼
▼ σέσωσται = WH Treg RP: || σέσωται = NA/NIV
σέσωσται, 10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
Copyright information for
SBLG