‏ 1 Chronicles 9

1καὶ πᾶς Ισραηλ, συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ Καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν. 2καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν· Ισραηλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι. 3καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ Καὶ Μανασση· 4Γωθι υἱὸς Αμμιουδ υἱοῦ Αμρι υἱοῦ υἱῶν Φαρες υἱοῦ Ιουδα. 5καὶ ἐκ τῶν Σηλωνι· Ασαια πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ. 6ἐκ τῶν υἱῶν Ζαρα· Ιιηλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα. 7καὶ ἐκ τῶν υἱῶν Βενιαμιν· Σαλω υἱὸς Μοσολλαμ υἱοῦ Ωδουια υἱοῦ Σαναα 8καὶ Ιβαναα υἱὸς Ιρααμ, καὶ οὗτοι υἱοὶ Οζι υἱοῦ Μαχιρ· καὶ Μασσαλημ υἱὸς Σαφατια υἱοῦ Ραγουηλ υἱοῦ Βαναια 9καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντήκοντα ἕξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ' οἴκους πατριῶν αὐτῶν. 10καὶ ἀπὸ τῶν ἱερέων· Ιωδαε καὶ Ιωαριμ Καὶ Ιαχιν 11καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ 12καὶ Αδαια υἱὸς Ιρααμ υἱοῦ Πασχωρ υἱοῦ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱοῦ Ιεδιου υἱοῦ Μοσολλαμ υἱοῦ Μασελμωθ υἱοῦ εμμηρ 13καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ. 14Καὶ ἐκ τῶν Λευιτῶν· Σαμαια υἱὸς Ασωβ υἱοῦ Εσρικαμ υἱοῦ Ασαβια ἐκ τῶν υἱῶν Μεραρι 15καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱοῦ Ζεχρι υἱοῦ Ασαφ 16καὶ Αβδια υἱὸς Σαμια υἱοῦ Γαλαλ υἱοῦ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱοῦ Ηλκανα κατοικῶν ἐν ταῖς κώμαις Νετωφατι. 17οἱ πυλωροί· Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτῶν, σαλωμ ἄρχων· 18καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ' ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευι. 19καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον. 20καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἦν ἐπ' αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετ' αὐτοῦ. 21Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 22πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ βλέπων τῇ πίστει αὐτῶν. 23καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν. 24κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατ' ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. 25καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων· 26ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ 27καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν, ὅτι ἐπ' αὐτοὺς φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωῒ πρωῒ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. 28καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά. 29καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. 30καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. 31καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν [οὗτος πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ] ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. 32καὶ Βαναιας Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. 33καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ' αὐτοῖς ἐν τοῖς ἔργοις· 34οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ. 35καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ γαβαων Ιιηλ, Καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχα· 36καὶ υἱὸς αὐτοῦ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ 37καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ. 38καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν. 39καὶ Νηρ ἐγέννησεν τὸν Κις, καὶ Κις ἐγέννησεν τὸν Σαουλ, καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ Καὶ τὸν Ισβααλ. 40καὶ υἱὸς Ιωναθαν Μαριβααλ, καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα. 41καὶ υἱοὶ Μιχα· Φαιθων καὶ Μαλαχ καὶ Θαραχ. 42καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα, καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι, καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα, 43καὶ Μασα ἐγέννησεν τὸν Βαανα, Ραφαια υἱὸς αὐτοῦ, Ελεασα υἱὸς αὐτοῦ, Εσηλ υἱὸς αὐτοῦ. 44καὶ τῷ Εσηλ. ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Εσδρικαμ πρωτότοκος αὐτοῦ, Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν· οὗτοι υἱοὶ εσηλ
Copyright information for LXX