‏ Exodus 15

1Τότε ᾖσεν Μωϋσῆς καὶ οἱ υἱοὶ Ισραηλ τὴν ᾠδὴν ταύτην τῷ θεῷ καὶ εἶπαν λέγοντες ασωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. 2βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου, θεός, καὶ δοξάσω αὐτόν, θεὸς τοῦ πατρός μου καὶ ὑψώσω αὐτόν. 3κύριος συντρίβων πολέμους, κύριος ὄνομα αὐτῷ. 4ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ. 5πόντῳ ἐκάλυψεν αὐτούς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. 6 δεξιά σου, κύριε, δεδόξασται ἐν ἰσχύι· δεξιά σου χείρ, κύριε, ἔθραυσεν ἐχθρούς. 7καὶ τῷ πλήθει τῆς δόξης σου, συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην. 8καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης. 9εἶπεν ἐχθρός Διώξας καταλήμψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει χείρ μου. 10ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ. 11τίς ὅμοιός σοι, ἐν θεοῖς, κύριε; τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα; 12ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. 13ὡδήγησας τῇ δικαιοσύνῃ σου. τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου 14ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιιμ. 15τότε ἔσπευσαν ἡγεμόνες Εδωμ, καὶ ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανααν. 16ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου, ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ λαός σου κύριε, ἕως ἂν παρέλθῃ λαός σου οὗτος, ὃν ἐκτήσω. 17εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, κατειργάσω, κύριε, ἁγίασμα, κύριε, ἡτοίμασαν αἱ χεῖρές σου. 18κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι. 19Ὅτι εἰσῆλθεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. 20Λαβοῦσα δὲ Μαριαμ προφῆτις ἀδελφὴ Ααρων τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς, καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν, 21ἐξῆρχεν δὲ αὐτῶν Μαριαμ λέγουσα ασωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. 22Ἐξῆρεν δὲ Μωϋσῆς τοὺς υἱοὺς Ισραηλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σουρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν. 23ἦλθον δὲ εἰς Μερρα καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μερρας, πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πικρία. 24καὶ διεγόγγυζεν λαὸς ἐπὶ Μωυσῆν λέγοντες Τί πιόμεθα; 25ἐβόησεν δὲ Μωϋσῆς πρὸς κύριον· καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν 26καὶ εἶπεν Ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ἰώμενός σε. 27καὶ ἤλθοσαν εἰς Αιλιμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων Καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα.
Copyright information for LXX