Jeremiah 39
1 ▼▼LXX: Jer.46:1
καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ σεδεκια βασιλέως ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο ναβουχοδονοσορ βασιλεὺς βαβυλωνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ιερουσαλημ και ἐπολιόρκουν αὐτήν. 2 ▼▼LXX: Jer.46:2
καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις. 3 ▼▼LXX: Jer.46:3
καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ, Ναργαλασαρ καὶ Σαμαγωθ καὶ Ναβουσαχαρ καὶ Ναβουσαρις καὶ Ναγαργασνασερ Ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος· 4
14 ▼▼LXX: Jer.46:14
καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ιερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαφαν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ. 15 ▼▼LXX: Jer.46:15
Καὶ πρὸς Ιερεμιαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων 16 ▼▼LXX: Jer.46:16
Πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰθίοπα Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά· 17 ▼▼LXX: Jer.46:17
καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. 18 ▼▼LXX: Jer.46:18
ὅτι σῴζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα, ὅτι ἐπεποίθεις ἐπ' ἐμοί, φησὶν κύριος.
Copyright information for
LXX