Job 41
1 ▼▼LXX: Job.40:25
ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ; 2 ▼▼LXX: Job.40:26
εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; 3 ▼▼LXX: Job.40:27
λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; 4 ▼▼LXX: Job.40:28
θήσεται δὲ διαθήκην μετὰ σοῦ, λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; 5 ▼▼LXX: Job.40:29
παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; 6 ▼▼LXX: Job.40:30
ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων γένη; 7 ▼▼LXX: Job.40:31
πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν ουρας αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αυτου 8 ▼▼LXX: Job.40:32
ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω. 9 ▼▼LXX: Job.41:1
οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; 10 ▼▼LXX: Job.41:2
οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; 11 ▼▼LXX: Job.41:3
ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ, εἰ πᾶσα ἡ ὑπ' οὐρανὸν ἐμή ἐστιν; 12 ▼▼LXX: Job.41:4
οὐ σιωπήσομαι δι' αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αυτου 13 ▼▼LXX: Job.41:5
τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; 14 ▼▼LXX: Job.41:6
πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. 15 ▼▼LXX: Job.41:7
τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος· 16 ▼▼LXX: Job.41:8
εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν· 17 ▼▼LXX: Job.41:9
ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ αποσπασθωσιν 18 ▼▼LXX: Job.41:10
ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. 19 ▼▼LXX: Job.41:11
ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός· 20 ▼▼LXX: Job.41:12
ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων· 21 ▼▼LXX: Job.41:13
ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. 22 ▼▼LXX: Job.41:14
ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. 23 ▼▼LXX: Job.41:15
σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπ' αὐτόν, οὐ σαλευθησεται 24 ▼▼LXX: Job.41:16
ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. 25 ▼▼LXX: Job.41:17
στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. 26 ▼▼LXX: Job.41:18
ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν δόρυ ἐπηρμένον καὶ θωρακα 27 ▼▼LXX: Job.41:19
ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν· 28 ▼▼LXX: Job.41:20
οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον, ἥγηται μὲν πετροβόλον χόρτον· 29 ▼▼LXX: Job.41:21
ὡς καλάμη ἐλογίσθησαν σφῦραι, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. 30 ▼▼LXX: Job.41:22
ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. 31 ▼▼LXX: Job.41:23
ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον, ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, 32 ▼▼LXX: Job.41:24
τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περιπατον 33 ▼▼LXX: Job.41:25
οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου· 34 ▼▼LXX: Job.41:26
πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.
Copyright information for
LXX