Psalms 108
1 ▼▼LXX: Psa.107:1
ωδη ψαλμοῦ τῷ Δαυιδ. ▼▼LXX: Psa.107:2
ἑτοίμη ἡ καρδία μου, ὁ θεός, Ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. 2 ▼▼LXX: Psa.107:3
ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 3 ▼▼LXX: Psa.107:4
ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, καὶ ψαλῶ σοι ἐν ἔθνεσιν, 4 ▼▼LXX: Psa.107:5
ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου 5 ▼▼LXX: Psa.107:6
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 6 ▼▼LXX: Psa.107:7
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. 7 ▼▼LXX: Psa.107:8
ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω· 8 ▼▼LXX: Psa.107:9
ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση, καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου, Ιουδας βασιλεύς μου· 9 ▼▼LXX: Psa.107:10
Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. 10 ▼▼LXX: Psa.107:11
τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας; 11 ▼▼LXX: Psa.107:12
οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. 12 ▼▼LXX: Psa.107:13
δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου. 13 ▼▼LXX: Psa.107:14
ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.
Copyright information for
LXX