Psalms 113
1 ▼▼LXX: Psa.112:1
Αλληλουια. αἰνεῖτε παῖδες, κύριον, Αἰνεῖτε, τὸ ὄνομα κυρίου· 2 ▼▼LXX: Psa.112:2
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· 3 ▼▼LXX: Psa.112:3
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου. 4 ▼▼LXX: Psa.112:4
ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. 5 ▼▼LXX: Psa.112:5
τίς ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν 6 ▼▼LXX: Psa.112:6
καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; 7 ▼▼LXX: Psa.112:7
ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα 8 ▼▼LXX: Psa.112:8
τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· 9 ▼▼LXX: Psa.112:9
ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.
Copyright information for
LXX