Psalms 114
1 ▼▼LXX: Psa.113:1
Αλληλουια. Ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου, οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου 2 ▼▼LXX: Psa.113:2
ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ, Ισραηλ ἐξουσία αὐτοῦ. 3 ▼▼LXX: Psa.113:3
ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν, ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· 4 ▼▼LXX: Psa.113:4
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. 5 ▼▼LXX: Psa.113:5
τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες, καὶ σοί, Ιορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω; 6 ▼▼LXX: Psa.113:6
τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; 7 ▼▼LXX: Psa.113:7
ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ θεοῦ Ιακωβ 8 ▼▼LXX: Psa.113:8
τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.
Copyright information for
LXX