Psalms 116
1 ▼▼LXX: Psa.114:1
Αλληλουια. Ἠγάπησα, ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, 2 ▼▼LXX: Psa.114:2
ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3 ▼▼LXX: Psa.114:3
περιέσχον με· ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με θλῖψιν καὶ ὀδύνην εὗρον. 4 ▼▼LXX: Psa.114:4
καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην Ὦ κύριε, ῥῦσαι τὴν ψυχήν μου. 5 ▼▼LXX: Psa.114:5
ἐλεήμων ὁ κύριος καὶ δίκαιος, καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷ. 6 ▼▼LXX: Psa.114:6
φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με. 7 ▼▼LXX: Psa.114:7
ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέν σε, 8 ▼▼LXX: Psa.114:8
ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. 9 ▼▼LXX: Psa.114:9
εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων. 10 ▼▼LXX: Psa.115:1
Αλληλουια. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. 11 ▼▼LXX: Psa.115:2
ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης. 12 ▼▼LXX: Psa.115:3
τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέν μοι; 13 ▼▼LXX: Psa.115:4
ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι. 14
15 ▼▼LXX: Psa.115:6
τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. 16 ▼▼LXX: Psa.115:7
ὦ κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου, 17 ▼▼LXX: Psa.115:8
σοὶ θύσω θυσίαν αἰνέσεως· 18 ▼▼LXX: Psa.115:9
τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ 19 ▼▼LXX: Psa.115:10
ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου, Ιερουσαλημ.
Copyright information for
LXX