Psalms 118
1 ▼▼LXX: Psa.117:1
Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 2 ▼▼LXX: Psa.117:2
εἰπάτω δὴ οἶκος Ισραηλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 3 ▼▼LXX: Psa.117:3
εἰπάτω δὴ οἶκος Ααρων ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 4 ▼▼LXX: Psa.117:4
εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 5 ▼▼LXX: Psa.117:5
ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον, καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν. 6 ▼▼LXX: Psa.117:6
κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. 7 ▼▼LXX: Psa.117:7
κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. 8 ▼▼LXX: Psa.117:8
ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· 9 ▼▼LXX: Psa.117:9
ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχοντας. 10 ▼▼LXX: Psa.117:10
πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς· 11 ▼▼LXX: Psa.117:11
κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς· 12 ▼▼LXX: Psa.117:12
ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς. 13 ▼▼LXX: Psa.117:13
ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ κύριος ἀντελάβετό μου. 14 ▼▼LXX: Psa.117:14
ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 15 ▼▼LXX: Psa.117:15
φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων Δεξιὰ κυρίου ἐποίησεν δύναμιν, 16 ▼▼LXX: Psa.117:16
δεξιὰ κυρίου ὕψωσέν με, δεξιὰ κυρίου ἐποίησεν δύναμιν. 17 ▼▼LXX: Psa.117:17
οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου. 18 ▼▼LXX: Psa.117:18
παιδεύων ἐπαίδευσέν με. ὁ κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με 19 ▼▼LXX: Psa.117:19
ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ. 20 ▼▼LXX: Psa.117:20
αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. 21 ▼▼LXX: Psa.117:21
ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. 22 ▼▼LXX: Psa.117:22
λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 23 ▼▼LXX: Psa.117:23
παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 24 ▼▼LXX: Psa.117:24
αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 25 ▼▼LXX: Psa.117:25
ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. 26 ▼▼LXX: Psa.117:26
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου. 27 ▼▼LXX: Psa.117:27
θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. 28 ▼▼LXX: Psa.117:28
θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι· θεός μου εἶ σύ, καὶ ὑψώσω σε· ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. 29 ▼▼LXX: Psa.117:29
ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Copyright information for
LXX