Psalms 119
1 ▼▼LXX: Psa.118:1
Αλληλουια. α αλφ. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. 2 ▼▼LXX: Psa.118:2
μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 3 ▼▼LXX: Psa.118:3
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 4 ▼▼LXX: Psa.118:4
σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα. 5 ▼▼LXX: Psa.118:5
ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. 6 ▼▼LXX: Psa.118:6
τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 7 ▼▼LXX: Psa.118:7
ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 8 ▼▼LXX: Psa.118:8
τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. 9 ▼▼LXX: Psa.118:9
β βηθ. ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου. 10 ▼▼LXX: Psa.118:10
ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 11 ▼▼LXX: Psa.118:11
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 12 ▼▼LXX: Psa.118:12
εὐλογητὸς εἶ, κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 13 ▼▼LXX: Psa.118:13
ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 14 ▼▼LXX: Psa.118:14
ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. 15 ▼▼LXX: Psa.118:15
ἐν ταῖς ἐντολαῖς σου. ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου 16 ▼▼LXX: Psa.118:16
ἐν τοῖς δικαιώμασίν σου. μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου 17 ▼▼LXX: Psa.118:17
γ γιμαλ. Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. 18 ▼▼LXX: Psa.118:18
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου. ἐκ τοῦ νόμου σου 19 ▼▼LXX: Psa.118:19
πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου. 20 ▼▼LXX: Psa.118:20
ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. 21 ▼▼LXX: Psa.118:21
ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 22 ▼▼LXX: Psa.118:22
περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 23 ▼▼LXX: Psa.118:23
καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου. ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου 24 ▼▼LXX: Psa.118:24
καὶ γὰρ τὰ μαρτύριά σου. μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου 25 ▼▼LXX: Psa.118:25
δ' δελθ. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου ζῆσόν με κατὰ τὸν λόγον σου. 26 ▼▼LXX: Psa.118:26
τὰς ὁδούς μου· ἐξήγγειλα, καὶ ἐπήκουσάς μου δίδαξόν με τὰ δικαιώματά σου. 27 ▼▼LXX: Psa.118:27
ὁδὸν δικαιωμάτων σου. συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου 28 ▼▼LXX: Psa.118:28
ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 29 ▼▼LXX: Psa.118:29
ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. 30 ▼▼LXX: Psa.118:30
ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 31 ▼▼LXX: Psa.118:31
ἐκολλήθην τοῖς μαρτυρίοις σου· κύριε, μή με καταισχύνῃς. 32 ▼▼LXX: Psa.118:32
ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. 33 ▼▼LXX: Psa.118:33
ε η. Νομοθέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός. 34 ▼▼LXX: Psa.118:34
συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 35 ▼▼LXX: Psa.118:35
ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 36 ▼▼LXX: Psa.118:36
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. 37 ▼▼LXX: Psa.118:37
ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 38 ▼▼LXX: Psa.118:38
στῆσον τῷ δούλῳ σου. τὸ λόγιόν σου εἰς τὸν φόβον σου 39 ▼▼LXX: Psa.118:39
περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· τὰ γὰρ κρίματά σου χρηστά. 40 ▼▼LXX: Psa.118:40
ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. 41 ▼▼LXX: Psa.118:41
ς ουαυ. Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, κύριε, τὸ σωτήριόν σου. κατὰ τὸ λόγιόν σου 42 ▼▼LXX: Psa.118:42
καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου. 43 ▼▼LXX: Psa.118:43
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα. 44 ▼▼LXX: Psa.118:44
καὶ φυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 45 ▼▼LXX: Psa.118:45
καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 46 ▼▼LXX: Psa.118:46
καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. 47 ▼▼LXX: Psa.118:47
καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. 48 ▼▼LXX: Psa.118:48
καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου. 49 ▼▼LXX: Psa.118:49
ζ ζαι. Μνήσθητι τὸν λόγον σου, τῷ δούλῳ σου ᾧ ἐπήλπισάς με. 50 ▼▼LXX: Psa.118:50
αὕτη με. παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέν με 51 ▼▼LXX: Psa.118:51
ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 52 ▼▼LXX: Psa.118:52
ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, κύριε, καὶ παρεκλήθην. 53 ▼▼LXX: Psa.118:53
ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. 54 ▼▼LXX: Psa.118:54
ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. 55 ▼▼LXX: Psa.118:55
ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. 56 ▼▼LXX: Psa.118:56
αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 57 ▼▼LXX: Psa.118:57
η ηθ. Μερίς μου κύριε, εἶπα φυλάξασθαι τὸν νόμον σου. 58 ▼▼LXX: Psa.118:58
ἐδεήθην τοῦ προσώπου σου. ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου 59 ▼▼LXX: Psa.118:59
διελογισάμην τὰς ὁδούς σου. καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου 60 ▼▼LXX: Psa.118:60
ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. 61 ▼▼LXX: Psa.118:61
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 62 ▼▼LXX: Psa.118:62
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 63 ▼▼LXX: Psa.118:63
μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. 64 ▼▼LXX: Psa.118:64
τοῦ ἐλέους σου, κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. 65 ▼▼LXX: Psa.118:65
θ τηθ. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, κύριε, κατὰ τὸν λόγον σου. 66 ▼▼LXX: Psa.118:66
χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 67 ▼▼LXX: Psa.118:67
πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. 68 ▼▼LXX: Psa.118:68
χρηστὸς εἶ σύ, κύριε, καὶ ἐν τῇ χρηστότητί σου. δίδαξόν με τὰ δικαιώματά σου 69 ▼▼LXX: Psa.118:69
ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 70 ▼▼LXX: Psa.118:70
ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 71 ▼▼LXX: Psa.118:71
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. 72 ▼▼LXX: Psa.118:72
ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. 73 ▼▼LXX: Psa.118:73
ι ιωθ. Αἱ χεῖρές σου. ἐποίησάν με· καὶ ἔπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου 74 ▼▼LXX: Psa.118:74
οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 75 ▼▼LXX: Psa.118:75
ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. 76 ▼▼LXX: Psa.118:76
γενηθήτω δὴ τὸ ἔλεός σου. τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου 77 ▼▼LXX: Psa.118:77
ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. 78 ▼▼LXX: Psa.118:78
αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 79 ▼▼LXX: Psa.118:79
ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 80 ▼▼LXX: Psa.118:80
γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. 81 ▼▼LXX: Psa.118:81
ια χαφ. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. 82 ▼▼LXX: Psa.118:82
ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες Πότε παρακαλέσεις με; 83 ▼▼LXX: Psa.118:83
ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 84 ▼▼LXX: Psa.118:84
πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 85 ▼▼LXX: Psa.118:85
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, κύριε. 86 ▼▼LXX: Psa.118:86
πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 87 ▼▼LXX: Psa.118:87
παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. 88 ▼▼LXX: Psa.118:88
κατὰ τὸ ἔλεός σου. ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου 89 ▼▼LXX: Psa.118:89
ιβ λαβδ. Εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. 90 ▼▼LXX: Psa.118:90
εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. 91 ▼▼LXX: Psa.118:91
τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92 ▼▼LXX: Psa.118:92
εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. 93 ▼▼LXX: Psa.118:93
εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου ὅτι ἐν αὐτοῖς ἔζησάς με, κύριε. 94 ▼▼LXX: Psa.118:94
σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95 ▼▼LXX: Psa.118:95
ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. 96 ▼▼LXX: Psa.118:96
πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. 97 ▼▼LXX: Psa.118:97
ιγ μημ. Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. 98 ▼▼LXX: Psa.118:98
ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν. 99 ▼▼LXX: Psa.118:99
ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. 100 ▼▼LXX: Psa.118:100
ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101 ▼▼LXX: Psa.118:101
ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 102 ▼▼LXX: Psa.118:102
ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι. 103 ▼▼LXX: Psa.118:103
ὡς γλυκέα τῷ λάρυγγί μου. τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου 104 ▼▼LXX: Psa.118:104
ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. [ὅτι σὺ ἐνομοθέτησάς μοι.] 105 ▼▼LXX: Psa.118:105
ιδ νουν. Λύχνος τοῖς ποσίν μου. ὁ λόγος σου καὶ φῶς ταῖς τρίβοις μου 106 ▼▼LXX: Psa.118:106
ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 107 ▼▼LXX: Psa.118:107
ἐταπεινώθην ἕως σφόδρα· κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108 ▼▼LXX: Psa.118:108
τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 109 ▼▼LXX: Psa.118:109
ἡ ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην 110 ▼▼LXX: Psa.118:110
ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 111 ▼▼LXX: Psa.118:111
ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. 112 ▼▼LXX: Psa.118:112
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν. 113 ▼▼LXX: Psa.118:113
ιε σαμχ. Παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα. 114 ▼▼LXX: Psa.118:114
βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ· εἰς τὸν λόγον σου ἐπήλπισα. 115 ▼▼LXX: Psa.118:115
ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου. 116 ▼▼LXX: Psa.118:116
ἀντιλαβοῦ μου. κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου 117 ▼▼LXX: Psa.118:117
βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός. 118 ▼▼LXX: Psa.118:118
ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωματων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 119 ▼▼LXX: Psa.118:119
παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός. 120 ▼▼LXX: Psa.118:120
καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. 121 ▼▼LXX: Psa.118:121
ις αιν. Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με. τοῖς ἀδικοῦσίν με 122 ▼▼LXX: Psa.118:122
ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 123 ▼▼LXX: Psa.118:123
οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου. καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου 124 ▼▼LXX: Psa.118:124
ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με. 125 ▼▼LXX: Psa.118:125
δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. 126 ▼▼LXX: Psa.118:126
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. 127 ▼▼LXX: Psa.118:127
διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. 128 ▼▼LXX: Psa.118:128
διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. 129 ▼▼LXX: Psa.118:129
ιζ φη. Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 130 ▼▼LXX: Psa.118:130
ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. 131 ▼▼LXX: Psa.118:131
τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. 132 ▼▼LXX: Psa.118:132
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 133 ▼▼LXX: Psa.118:133
τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 134 ▼▼LXX: Psa.118:134
λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. 135 ▼▼LXX: Psa.118:135
τὸ πρόσωπόν σου. ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου 136 ▼▼LXX: Psa.118:136
διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. 137 ▼▼LXX: Psa.118:137
ιη σαδη. Δίκαιος εἶ, κύριε, καὶ εὐθὴς ἡ κρίσις σου. 138 ▼▼LXX: Psa.118:138
ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. 139 ▼▼LXX: Psa.118:139
ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. 140 ▼▼LXX: Psa.118:140
πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141 ▼▼LXX: Psa.118:141
νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 142 ▼▼LXX: Psa.118:142
ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. 143 ▼▼LXX: Psa.118:143
θλῖψις καὶ ἀνάγκη εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. 144 ▼▼LXX: Psa.118:144
δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. 145 ▼▼LXX: Psa.118:145
ιθ κωφ. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. 146 ▼▼LXX: Psa.118:146
ἐκέκραξά σε· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 147 ▼▼LXX: Psa.118:147
προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 148 ▼▼LXX: Psa.118:148
προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. 149 ▼▼LXX: Psa.118:149
τῆς φωνῆς μου ἄκουσον, κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με. 150 ▼▼LXX: Psa.118:150
προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. 151 ▼▼LXX: Psa.118:151
ἐγγὺς εἶ σύ, κύριε, καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια. 152 ▼▼LXX: Psa.118:152
κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. 153 ▼▼LXX: Psa.118:153
κ ρης. Ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην. 154 ▼▼LXX: Psa.118:154
κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. 155 ▼▼LXX: Psa.118:155
μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 156 ▼▼LXX: Psa.118:156
οἱ οἰκτιρμοί σου πολλοί, κύριε· κατὰ τὸ κρίμα σου ζῆσόν με. 157 ▼▼LXX: Psa.118:157
πολλοὶ οἱ ἐκδιώκοντές με· καὶ ἐκθλίβοντές με ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 158 ▼▼LXX: Psa.118:158
εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. 159 ▼▼LXX: Psa.118:159
ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα· κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160 ▼▼LXX: Psa.118:160
ἀρχὴ τῶν λόγων σου. ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου 161 ▼▼LXX: Psa.118:161
κα σεν. Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 162 ▼▼LXX: Psa.118:162
ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 163 ▼▼LXX: Psa.118:163
ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 164 ▼▼LXX: Psa.118:164
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 165 ▼▼LXX: Psa.118:165
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 166 ▼▼LXX: Psa.118:166
προσεδόκων τὸ σωτήριόν σου, κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. 167 ▼▼LXX: Psa.118:167
ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα. 168 ▼▼LXX: Psa.118:168
ἐφύλαξα τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου κύριε. 169 ▼▼LXX: Psa.118:169
κβ θαυ. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170 ▼▼LXX: Psa.118:170
εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 ▼▼LXX: Psa.118:171
ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 ▼▼LXX: Psa.118:172
φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 ▼▼LXX: Psa.118:173
γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174 ▼▼LXX: Psa.118:174
ἐπεπόθησα τὸ σωτήριόν σου, κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν. 175 ▼▼LXX: Psa.118:175
ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 176 ▼▼LXX: Psa.118:176
ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ επελαθομην
Copyright information for
LXX