Psalms 121
1 ▼▼LXX: Psa.120:1
ωδη τῶν ἀναβαθμῶν. Ἦρα τοὺς ὀφθαλμούς μου; εἰς τὰ ὄρη Πόθεν ἥξει ἡ βοήθειά μου 2 ▼▼LXX: Psa.120:2
ἡ βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 3 ▼▼LXX: Psa.120:3
μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. 4 ▼▼LXX: Psa.120:4
ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ισραηλ. 5 ▼▼LXX: Psa.120:5
κύριος φυλάξει σε, κύριος σκέπη σου· ἐπὶ χεῖρα δεξιάν σου 6 ▼▼LXX: Psa.120:6
ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα. 7 ▼▼LXX: Psa.120:7
κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου. 8 ▼▼LXX: Psa.120:8
κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Copyright information for
LXX