Psalms 123
1 ▼▼LXX: Psa.122:1
ωδη τῶν ἀναβαθμῶν. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. 2 ▼▼LXX: Psa.122:2
ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτιρήσαι ἡμᾶς. 3 ▼▼LXX: Psa.122:3
ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, 4 ▼▼LXX: Psa.122:4
ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Copyright information for
LXX