Psalms 129
1 ▼▼LXX: Psa.128:1
ωδη τῶν ἀναβαθμῶν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ισραηλ, 2 ▼▼LXX: Psa.128:2
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. 3 ▼▼LXX: Psa.128:3
ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν· 4 ▼▼LXX: Psa.128:4
κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. 5 ▼▼LXX: Psa.128:5
αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων. 6 ▼▼LXX: Psa.128:6
γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 7 ▼▼LXX: Psa.128:7
οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων, 8 ▼▼LXX: Psa.128:8
καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.
Copyright information for
LXX