Psalms 130
1 ▼▼LXX: Psa.129:1
ωδη τῶν ἀναβαθμῶν. Ἐκ βαθέων ἐκέκραξά σε, κύριε· 2 ▼▼LXX: Psa.129:2
κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 3 ▼▼LXX: Psa.129:3
ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; 4 ▼▼LXX: Psa.129:4
ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. 5 ▼▼LXX: Psa.129:5
ἕνεκεν τοῦ νόμου σου. ὑπέμεινά σε, κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου 6 ▼▼LXX: Psa.129:6
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον. 7 ▼▼LXX: Psa.129:7
ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, 8 ▼▼LXX: Psa.129:8
καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Copyright information for
LXX