Psalms 132
1 ▼▼LXX: Psa.131:1
ωδη τῶν ἀναβαθμῶν. Μνήσθητι, κύριε, τοῦ Δαυιδ καὶ πάσης τῆς πραύτητος αὐτοῦ, 2 ▼▼LXX: Psa.131:2
ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ιακωβ 3 ▼▼LXX: Psa.131:3
εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, 4 ▼▼LXX: Psa.131:4
εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου 5 ▼▼LXX: Psa.131:5
ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ιακωβ. 6 ▼▼LXX: Psa.131:6
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· 7 ▼▼LXX: Psa.131:7
εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. 8 ▼▼LXX: Psa.131:8
ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· 9 ▼▼LXX: Psa.131:9
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. 10 ▼▼LXX: Psa.131:10
ἕνεκεν Δαυιδ τοῦ δούλου σου. μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου 11 ▼▼LXX: Psa.131:11
ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν Ἐκ καρποῦ τῆς κοιλίας σου· θήσομαι ἐπὶ τὸν θρόνον σου 12 ▼▼LXX: Psa.131:12
ἐὰν φυλάξωνται οἱ υἱοί σου. τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρονου σου 13 ▼▼LXX: Psa.131:13
ὅτι ἐξελέξατο κύριος τὴν Σιων, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ 14 ▼▼LXX: Psa.131:14
Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν· 15 ▼▼LXX: Psa.131:15
τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, 16 ▼▼LXX: Psa.131:16
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται· 17 ▼▼LXX: Psa.131:17
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· 18 ▼▼LXX: Psa.131:18
τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Copyright information for
LXX