Psalms 138
1 ▼▼LXX: Psa.137:1
Τῷ Δαυιδ. Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι. 2 ▼▼LXX: Psa.137:2
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου. ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου 3 ▼▼LXX: Psa.137:3
ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει. 4 ▼▼LXX: Psa.137:4
ἐξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου, 5 ▼▼LXX: Psa.137:5
καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου, ὅτι μεγάλη ἡ δόξα κυρίου, 6 ▼▼LXX: Psa.137:6
ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. 7 ▼▼LXX: Psa.137:7
ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπ' ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖρά σου, καὶ ἔσωσέν με ἡ δεξιά σου. 8 ▼▼LXX: Psa.137:8
κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.
Copyright information for
LXX