Psalms 139:7-12
7 ▼▼LXX: Psa.138:7
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; 8 ▼▼LXX: Psa.138:8
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· 9 ▼▼LXX: Psa.138:9
ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, 10 ▼▼LXX: Psa.138:10
καὶ γὰρ ἐκεῖ ἡ χείρ σου. ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου 11 ▼▼LXX: Psa.138:11
καὶ εἶπα Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· 12 ▼▼LXX: Psa.138:12
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
Copyright information for
LXX