Psalms 143
1 ▼▼LXX: Psa.142:1
Ψαλμὸς τῷ Δαυιδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 ▼▼LXX: Psa.142:2
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ▼▼LXX: Psa.142:3
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 ▼▼LXX: Psa.142:4
καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ▼▼LXX: Psa.142:5
ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων. 6 ▼▼LXX: Psa.142:6
διεπέτασα τὰς χεῖράς μου πρὸς σέ, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. διάψαλμα. 7 ▼▼LXX: Psa.142:7
ταχὺ εἰσάκουσόν μου, κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ▼▼LXX: Psa.142:8
ἀκουστὸν ποίησόν μοι, τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ▼▼LXX: Psa.142:9
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 ▼▼LXX: Psa.142:10
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 11 ▼▼LXX: Psa.142:11
ἕνεκα τοῦ ὀνόματός σου, κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 12 ▼▼LXX: Psa.142:12
καὶ ἐν τῷ ἐλέει σού ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι δοῦλός σου εἰμι ἐγώ.
Copyright information for
LXX