Psalms 16
1 ▼▼LXX: Psa.15:1
Στηλογραφία τῷ Δαυιδ. Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. 2 ▼▼LXX: Psa.15:2
εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. 3 ▼▼LXX: Psa.15:3
τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. 4 ▼▼LXX: Psa.15:4
ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. 5 ▼▼LXX: Psa.15:5
κύριος ἡ μερὶς τῆς κληρονομίας μου· καὶ τοῦ ποτηρίου μου σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. 6 ▼▼LXX: Psa.15:6
σχοινία ἐπέπεσάν μοί ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοι ἐστιν. 7 ▼▼LXX: Psa.15:7
εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. 8 ▼▼LXX: Psa.15:8
προωρώμην τὸν κύριον ἐνώπιόν μού διὰ παντός, ὅτι ἐκ δεξιῶν μου ἐστιν, ἵνα μὴ σαλευθῶ. 9 ▼▼LXX: Psa.15:9
διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι, 10 ▼▼LXX: Psa.15:10
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 11 ▼▼LXX: Psa.15:11
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.
Copyright information for
LXX