‏ Psalms 20

1
LXX: Psa.19:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.19:2
Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ.
2
LXX: Psa.19:3
ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου.
3
LXX: Psa.19:4
μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. διάψαλμα.
4
LXX: Psa.19:5
δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
5
LXX: Psa.19:6
ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου. καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου
6
LXX: Psa.19:7
νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
7
LXX: Psa.19:8
οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
8
LXX: Psa.19:9
αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
9
LXX: Psa.19:10
κύριε, σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
Copyright information for LXX