Psalms 5
1Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυιδ. ▼▼LXX: Psa.5:2
Τὰ ῥήματά μου· ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου 2 ▼▼LXX: Psa.5:3
πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου. καὶ ὁ θεός μου ὅτι πρὸς σὲ προσεύξομαι, κύριε· 3 ▼▼LXX: Psa.5:4
τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι. 4 ▼▼LXX: Psa.5:5
ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος· 5 ▼▼LXX: Psa.5:6
οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. 6 ▼▼LXX: Psa.5:7
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος. 7 ▼▼LXX: Psa.5:8
ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου, εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου 8 ▼▼LXX: Psa.5:9
κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου. ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου 9 ▼▼LXX: Psa.5:10
ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. 10 ▼▼LXX: Psa.5:11
κρῖνον αὐτούς, ὁ θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, κύριε. 11 ▼▼LXX: Psa.5:12
καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. 12 ▼▼LXX: Psa.5:13
ὅτι σὺ εὐλογήσεις δίκαιον· κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
Copyright information for
LXX