‏ Psalms 55

1
LXX: Psa.54:1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ.
LXX: Psa.54:2
Ἐνώτισαι, θεός, τὴν προσευχὴν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου
2
LXX: Psa.54:3
πρόσχες μοι καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην
3
LXX: Psa.54:4
ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.
4
LXX: Psa.54:5
καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ·
5
LXX: Psa.54:6
φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμέ, καὶ ἐκάλυψέν με σκότος.
6
LXX: Psa.54:7
καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω;
7
LXX: Psa.54:8
ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. διάψαλμα.
8
LXX: Psa.54:9
προσεδεχόμην τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος.
9
LXX: Psa.54:10
καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.
10
LXX: Psa.54:11
ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία,
11
LXX: Psa.54:12
καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.
12
LXX: Psa.54:13
ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ.
13
LXX: Psa.54:14
σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου
14
LXX: Psa.54:15
ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ·
15
LXX: Psa.54:16
ἐλθέτω θάνατος ἐπ' αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.
16
LXX: Psa.54:17
ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ κύριος εἰσήκουσέν μου.
17
LXX: Psa.54:18
ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι· ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.
18
LXX: Psa.54:19
λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.
19
LXX: Psa.54:20
εἰσακούσεται θεὸς καὶ ταπεινώσει αὐτούς, ὑπάρχων πρὸ τῶν αἰώνων. διάψαλμα. οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν.
20
LXX: Psa.54:21
ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.
21
LXX: Psa.54:22
διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισεν καρδία αὐτοῦ· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσιν βολίδες.
22
LXX: Psa.54:23
ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρεψει οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.
23
LXX: Psa.54:24
σὺ δέ, θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν. ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, κύριε.
Copyright information for LXX