Psalms 57
1 ▼▼LXX: Psa.56:1
εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ Εἰς τὸ σπήλαιον. ▼▼LXX: Psa.56:2
ἐλέησόν με, ὁ θεός, Ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. 2 ▼▼LXX: Psa.56:3
κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον, τὸν θεὸν τὸν εὐεργετήσαντά με. 3 ▼▼LXX: Psa.56:4
ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. διάψαλμα. ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ 4 ▼▼LXX: Psa.56:5
καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. 5 ▼▼LXX: Psa.56:6
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 6 ▼▼LXX: Psa.56:7
παγίδα ἡτοίμασαν τοῖς ποσίν μου· καὶ κατέκαμψαν τὴν ψυχήν μου ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν. διάψαλμα. 7 ▼▼LXX: Psa.56:8
ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ. 8 ▼▼LXX: Psa.56:9
ἐξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 9 ▼▼LXX: Psa.56:10
ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν, 10 ▼▼LXX: Psa.56:11
ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου. καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου 11 ▼▼LXX: Psa.56:12
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
Copyright information for
LXX