Psalms 58
1 ▼▼LXX: Psa.57:1
εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ Εἰς στηλογραφίαν. ▼▼LXX: Psa.57:2
Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε; εὐθεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων; 2 ▼▼LXX: Psa.57:3
καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. 3 ▼▼LXX: Psa.57:4
ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη. 4 ▼▼LXX: Psa.57:5
θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, 5 ▼▼LXX: Psa.57:6
ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ. 6 ▼▼LXX: Psa.57:7
ὁ θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος. 7 ▼▼LXX: Psa.57:8
ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον· ἐντενεῖ τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσθενήσουσιν. 8 ▼▼LXX: Psa.57:9
ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται· ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον. 9 ▼▼LXX: Psa.57:10
πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς. 10 ▼▼LXX: Psa.57:11
εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. 11 ▼▼LXX: Psa.57:12
καὶ ἐρεῖ ἄνθρωπος Εἰ ἄρα ἔστιν καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.
Copyright information for
LXX