Psalms 62
1 ▼▼LXX: Psa.61:1
Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· ψαλμὸς τῷ Δαυιδ. ▼▼LXX: Psa.61:2
Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου· 2 ▼▼LXX: Psa.61:3
καὶ γὰρ αὐτὸς θεός μου, καὶ σωτήρ μου· ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. 3 ▼▼LXX: Psa.61:4
ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. 4 ▼▼LXX: Psa.61:5
πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν ψεύδει, τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα. 5 ▼▼LXX: Psa.61:6
πλὴν τῷ θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου· 6 ▼▼LXX: Psa.61:7
ὅτι αὐτὸς θεός μου, καὶ σωτήρ μου· ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω. 7 ▼▼LXX: Psa.61:8
ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου· καὶ ἡ δόξα μου, ὁ θεὸς τῆς βοηθείας μου καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ. 8 ▼▼LXX: Psa.61:9
ἐλπίσατε ἐπ' αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· ὁ θεὸς βοηθὸς ἡμῶν. διάψαλμα. 9 ▼▼LXX: Psa.61:10
πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. 10 ▼▼LXX: Psa.61:11
μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. 11 ▼▼LXX: Psa.61:12
ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα, 12 ▼▼LXX: Psa.61:13
ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Copyright information for
LXX