Psalms 65
1 ▼▼LXX: Psa.64:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ, ᾠδή· Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ τοῦ λόγου τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι. ▼▼LXX: Psa.64:2
σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιων, καὶ Σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ. 2 ▼▼LXX: Psa.64:3
εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει. 3 ▼▼LXX: Psa.64:4
λόγοι ἀνομιῶν ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ. 4 ▼▼LXX: Psa.64:5
μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. 5 ▼▼LXX: Psa.64:6
ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ ἐν θαλάσσῃ μακράν, 6 ▼▼LXX: Psa.64:7
ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, 7 ▼▼LXX: Psa.64:8
ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχθήσονται τὰ ἔθνη, 8 ▼▼LXX: Psa.64:9
καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημειων σου· ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις. 9 ▼▼LXX: Psa.64:10
ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου. 10 ▼▼LXX: Psa.64:11
τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. 11 ▼▼LXX: Psa.64:12
εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος· 12 ▼▼LXX: Psa.64:13
πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. 13 ▼▼LXX: Psa.64:14
ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.
Copyright information for
LXX