‏ Psalms 66

1
LXX: Psa.65:1
Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· αναστασεως Ἀλαλάξατε τῷ θεῷ, πᾶσα γῆ,
2
LXX: Psa.65:2
ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ.
3
LXX: Psa.65:3
εἴπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου· ψεύσονταί σε οἱ ἐχθροί σου
4
LXX: Psa.65:4
πᾶσα γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι ψαλάτωσαν τῷ ὀνόματί σου. διάψαλμα.
5
LXX: Psa.65:5
δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
6
LXX: Psa.65:6
μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ' αὐτῷ,
7
LXX: Psa.65:7
τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα.
8
LXX: Psa.65:8
εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,
9
LXX: Psa.65:9
τοῦ θεμένου τὴν ψυχήν μου. εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου
10
LXX: Psa.65:10
ὅτι ἐδοκίμασας ἡμᾶς, θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον·
11
LXX: Psa.65:11
εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.
12
LXX: Psa.65:12
ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
13
LXX: Psa.65:13
εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου,
14
LXX: Psa.65:14
ἃς διέστειλεν τὰ χείλη μου· καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου
15
LXX: Psa.65:15
ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων. διάψαλμα.
16
LXX: Psa.65:16
δεῦτε ἀκούσατε καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν θεόν, ὅσα ἐποίησεν τῇ ψυχῇ μου.
17
LXX: Psa.65:17
πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου
18
LXX: Psa.65:18
Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος.
19
LXX: Psa.65:19
διὰ τοῦτο εἰσήκουσέν μου. θεός, προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου
20
LXX: Psa.65:20
εὐλογητὸς θεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ.
Copyright information for LXX