Psalms 69
1 ▼▼LXX: Psa.68:1
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυιδ. ▼▼LXX: Psa.68:2
Σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. 2 ▼▼LXX: Psa.68:3
ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέν με. 3 ▼▼LXX: Psa.68:4
ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου. ἀπὸ τοῦ ἐλπίζειν ἐπὶ τὸν θεόν μου 4 ▼▼LXX: Psa.68:5
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισουντες με δωρεάν, ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον. 5 ▼▼LXX: Psa.68:6
ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. 6 ▼▼LXX: Psa.68:7
μὴ αἰσχυνθείησαν ἐπ' ἐμοὶ οἱ ὑπομένοντές σε, κύριε κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ' ἐμοὶ οἱ ζητοῦντές σε, ὁ θεὸς τοῦ Ισραηλ, 7 ▼▼LXX: Psa.68:8
ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. 8 ▼▼LXX: Psa.68:9
ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου 9 ▼▼LXX: Psa.68:10
ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. 10 ▼▼LXX: Psa.68:11
καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί· 11 ▼▼LXX: Psa.68:12
καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. 12 ▼▼LXX: Psa.68:13
κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον. 13 ▼▼LXX: Psa.68:14
ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, κύριε· καιρὸς εὐδοκίας, ὁ θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. 14 ▼▼LXX: Psa.68:15
σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων· 15 ▼▼LXX: Psa.68:16
μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. 16 ▼▼LXX: Psa.68:17
εἰσάκουσόν μου, κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ. 17 ▼▼LXX: Psa.68:18
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, ἀπὸ τοῦ παιδός σου ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. 18 ▼▼LXX: Psa.68:19
πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. 19 ▼▼LXX: Psa.68:20
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου· καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου ἐναντίον σου πάντες οἱ θλίβοντές με.
20 ▼▼LXX: Psa.68:21
ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. 21 ▼▼LXX: Psa.68:22
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. 22 ▼▼LXX: Psa.68:23
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον· 23 ▼▼LXX: Psa.68:24
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον· 24 ▼▼LXX: Psa.68:25
ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. 25 ▼▼LXX: Psa.68:26
γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· 26 ▼▼LXX: Psa.68:27
ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν. 27 ▼▼LXX: Psa.68:28
πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· 28 ▼▼LXX: Psa.68:29
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. 29 ▼▼LXX: Psa.68:30
πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, καὶ ἡ σωτηρία τοῦ προσώπου σου, ὁ θεός, ἀντελάβετό μου. 30 ▼▼LXX: Psa.68:31
αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει, 31 ▼▼LXX: Psa.68:32
καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. 32 ▼▼LXX: Psa.68:33
ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, 33 ▼▼LXX: Psa.68:34
ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. 34 ▼▼LXX: Psa.68:35
αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. 35 ▼▼LXX: Psa.68:36
ὅτι ὁ θεὸς σώσει τὴν Σιων, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν· 36 ▼▼LXX: Psa.68:37
καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.
Copyright information for
LXX