Psalms 70
1 ▼▼LXX: Psa.69:1
εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν, ▼▼LXX: Psa.69:2
εἰς τὸ σῶσαί με κύριον. Ὁ θεός, Εἰς τὴν βοήθειάν μου πρόσχες. 2 ▼▼LXX: Psa.69:3
αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλομενοι μοι κακά, 3 ▼▼LXX: Psa.69:4
ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε. Εὖγε 4 ▼▼LXX: Psa.69:5
ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητουντες σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ αγαπωντες τὸ σωτήριόν σου. 5 ▼▼LXX: Psa.69:6
ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι. βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.
Copyright information for
LXX