Psalms 71
1 ▼▼LXX: Psa.70:1
Τῷ Δαυιδ· υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ὁ θεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. 2 ▼▼LXX: Psa.70:2
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με. κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με 3 ▼▼LXX: Psa.70:3
γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. 4 ▼▼LXX: Psa.70:4
ὁ θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· 5 ▼▼LXX: Psa.70:5
ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε· κύριος ἡ ἐλπίς μου. ἐκ νεότητός μου 6 ▼▼LXX: Psa.70:6
ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός. 7 ▼▼LXX: Psa.70:7
ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός. 8 ▼▼LXX: Psa.70:8
πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. 9 ▼▼LXX: Psa.70:9
μὴ ἀπορρίψῃς με. εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με 10 ▼▼LXX: Psa.70:10
ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ 11 ▼▼LXX: Psa.70:11
λέγοντες ὁ θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν Ὁ ῥυόμενος. 12 ▼▼LXX: Psa.70:12
ὁ θεός, μὴ μακρύνῃς ἀπ' ἐμοῦ· ὁ θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες. 13 ▼▼LXX: Psa.70:13
αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχην μου, περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακα μοι. 14 ▼▼LXX: Psa.70:14
ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. 15 ▼▼LXX: Psa.70:15
τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας. 16 ▼▼LXX: Psa.70:16
εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου· κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. 17 ▼▼LXX: Psa.70:17
ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. 18 ▼▼LXX: Psa.70:18
καὶ ἕως γήρους καὶ πρεσβείου, ὁ θεός, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου. πάσῃ τῇ γενεᾷ τῇ ερχομενη τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου 19 ▼▼LXX: Psa.70:19
ὁ θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα· ὁ θεός, τίς ὅμοιός σοι; 20 ▼▼LXX: Psa.70:20
ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με. καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με 21 ▼▼LXX: Psa.70:21
ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με.] [καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με 22 ▼▼LXX: Psa.70:22
καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν αληθειαν σου, ὁ θεός· ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ισραηλ. 23 ▼▼LXX: Psa.70:23
ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. 24 ▼▼LXX: Psa.70:24
ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.
Copyright information for
LXX