Psalms 77
1 ▼▼LXX: Psa.76:1
Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· τῷ Ασαφ ψαλμός. ▼▼LXX: Psa.76:2
φωνῇ μου πρὸς κύριον ἐκέκραξα, Φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι. 2 ▼▼LXX: Psa.76:3
ἐν ἡμέρᾳ θλίψεώς μου. τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου 3 ▼▼LXX: Psa.76:4
ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα. 4 ▼▼LXX: Psa.76:5
προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. 5 ▼▼LXX: Psa.76:6
διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· 6 ▼▼LXX: Psa.76:7
νυκτὸς μετὰ τῆς καρδίας μου. ἠδολέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου 7 ▼▼LXX: Psa.76:8
μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; 8 ▼▼LXX: Psa.76:9
ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; 9 ▼▼LXX: Psa.76:10
ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα. 10 ▼▼LXX: Psa.76:11
καὶ εἶπα Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. 11 ▼▼LXX: Psa.76:12
ἐμνήσθην τῶν ἔργων κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου 12 ▼▼LXX: Psa.76:13
καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω. 13 ▼▼LXX: Psa.76:14
ὁ θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; 14 ▼▼LXX: Psa.76:15
σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· 15 ▼▼LXX: Psa.76:16
ἐλυτρώσω ἐν τῷ βραχίονί σου, τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ. διάψαλμα. 16 ▼▼LXX: Psa.76:17
εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων. 17 ▼▼LXX: Psa.76:18
φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· 18 ▼▼LXX: Psa.76:19
φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. 19 ▼▼LXX: Psa.76:20
ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. 20 ▼▼LXX: Psa.76:21
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ααρων.
Copyright information for
LXX