Psalms 83
1 ▼▼LXX: Psa.82:1
ωδη ψαλμοῦ τῷ Ασαφ. ▼▼LXX: Psa.82:2
ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, Ὁ θεός· 2 ▼▼LXX: Psa.82:3
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν, 3 ▼▼LXX: Psa.82:4
ἐπὶ τὸν λαόν σου· κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου 4 ▼▼LXX: Psa.82:5
εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι. 5 ▼▼LXX: Psa.82:6
ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο 6 ▼▼LXX: Psa.82:7
τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται, Μωαβ καὶ οἱ Αγαρηνοί, 7 ▼▼LXX: Psa.82:8
Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· 8 ▼▼LXX: Psa.82:9
καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ' αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ. διάψαλμα. 9 ▼▼LXX: Psa.82:10
ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα, ὡς ὁ Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων· 10 ▼▼LXX: Psa.82:11
ἐξωλεθρεύθησαν ἐν Αενδωρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. 11 ▼▼LXX: Psa.82:12
θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν, 12 ▼▼LXX: Psa.82:13
οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ. 13 ▼▼LXX: Psa.82:14
ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· 14 ▼▼LXX: Psa.82:15
ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη, 15 ▼▼LXX: Psa.82:16
οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. 16 ▼▼LXX: Psa.82:17
πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε. 17 ▼▼LXX: Psa.82:18
αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν 18 ▼▼LXX: Psa.82:19
καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
Copyright information for
LXX