Psalms 86
1 ▼▼LXX: Psa.85:1
Προσευχὴ τῷ Δαυιδ. Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. 2 ▼▼LXX: Psa.85:2
φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. 3 ▼▼LXX: Psa.85:3
ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. 4 ▼▼LXX: Psa.85:4
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου. 5 ▼▼LXX: Psa.85:5
ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. 6 ▼▼LXX: Psa.85:6
ἐνώτισαι, κύριε, τὴν προσευχήν μου. καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου 7 ▼▼LXX: Psa.85:7
ἐν ἡμέρᾳ θλίψεώς μου. ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου 8 ▼▼LXX: Psa.85:8
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. 9 ▼▼LXX: Psa.85:9
πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου, 10 ▼▼LXX: Psa.85:10
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας. 11 ▼▼LXX: Psa.85:11
ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. 12 ▼▼LXX: Psa.85:12
ἐξομολογήσομαί σοι, κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, 13 ▼▼LXX: Psa.85:13
ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. 14 ▼▼LXX: Psa.85:14
ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. 15 ▼▼LXX: Psa.85:15
καὶ σύ, κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. 16 ▼▼LXX: Psa.85:16
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου. τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου 17 ▼▼LXX: Psa.85:17
ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με. καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με
Copyright information for
LXX