Psalms 87
1 ▼▼LXX: Psa.86:1
τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν Τοῖς ἁγίοις· 2 ▼▼LXX: Psa.86:2
ἀγαπᾷ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ. 3 ▼▼LXX: Psa.86:3
δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ. διάψαλμα. 4 ▼▼LXX: Psa.86:4
μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. 5 ▼▼LXX: Psa.86:5
Μήτηρ Σιων, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. 6 ▼▼LXX: Psa.86:6
κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. 7 ▼▼LXX: Psa.86:7
ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
Copyright information for
LXX