Psalms 88
1 ▼▼LXX: Psa.87:1
ωδη ψαλμοῦ τοῖς υἱοῖς Κορε· εἰς τὸ τέλος, ὑπὲρ μαελεθ τοῦ ἀποκριθῆναι· συνέσεως Αιμαν τῷ Ισραηλίτῃ. ▼▼LXX: Psa.87:2
Κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· 2 ▼▼LXX: Psa.87:3
εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, κύριε. 3 ▼▼LXX: Psa.87:4
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν· 4 ▼▼LXX: Psa.87:5
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, 5 ▼▼LXX: Psa.87:6
ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. 6 ▼▼LXX: Psa.87:7
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 7 ▼▼LXX: Psa.87:8
ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ' ἐμὲ ἐπήγαγες. διάψαλμα. 8 ▼▼LXX: Psa.87:9
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. 9 ▼▼LXX: Psa.87:10
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου 10 ▼▼LXX: Psa.87:11
Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσιν, καὶ ἐξομολογήσονταί σοι; 11 ▼▼LXX: Psa.87:12
μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 12 ▼▼LXX: Psa.87:13
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 13 ▼▼LXX: Psa.87:14
κἀγὼ πρὸς σέ, κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε. 14 ▼▼LXX: Psa.87:15
ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; 15 ▼▼LXX: Psa.87:16
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 16 ▼▼LXX: Psa.87:17
ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με, 17 ▼▼LXX: Psa.87:18
ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 18 ▼▼LXX: Psa.87:19
ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Copyright information for
LXX