Psalms 89
1 ▼▼LXX: Psa.88:1
Συνέσεως Αιθαν τῷ Ισραηλίτῃ. ▼▼LXX: Psa.88:2
Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, 2 ▼▼LXX: Psa.88:3
ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου 3 ▼▼LXX: Psa.88:4
Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυιδ τῷ δούλῳ μου 4 ▼▼LXX: Psa.88:5
Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου. καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου διάψαλμα. 5 ▼▼LXX: Psa.88:6
ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. 6 ▼▼LXX: Psa.88:7
ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ, καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; 7 ▼▼LXX: Psa.88:8
ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. 8 ▼▼LXX: Psa.88:9
κύριε ὁ θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου. κύκλῳ σου 9 ▼▼LXX: Psa.88:10
σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύνεις. 10 ▼▼LXX: Psa.88:11
σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου. διεσκόρπισας τοὺς ἐχθρούς σου 11 ▼▼LXX: Psa.88:12
σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. 12 ▼▼LXX: Psa.88:13
τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας, Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. 13 ▼▼LXX: Psa.88:14
σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. 14 ▼▼LXX: Psa.88:15
δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου. 15 ▼▼LXX: Psa.88:16
μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται 16 ▼▼LXX: Psa.88:17
καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. 17 ▼▼LXX: Psa.88:18
ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. 18 ▼▼LXX: Psa.88:19
ὅτι τοῦ κυρίου ἡ ἀντίλημψις καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν. 19 ▼▼LXX: Psa.88:20
τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου· 20 ▼▼LXX: Psa.88:21
εὗρον Δαυιδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. 21 ▼▼LXX: Psa.88:22
ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν· 22 ▼▼LXX: Psa.88:23
οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν· 23 ▼▼LXX: Psa.88:24
καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. 24 ▼▼LXX: Psa.88:25
καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ· 25 ▼▼LXX: Psa.88:26
καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. 26 ▼▼LXX: Psa.88:27
αὐτὸς ἐπικαλέσεταί με Πατήρ μου· εἶ σύ, θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου 27 ▼▼LXX: Psa.88:28
κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς. 28 ▼▼LXX: Psa.88:29
εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· 29 ▼▼LXX: Psa.88:30
καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. 30 ▼▼LXX: Psa.88:31
ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασίν μου μὴ πορευθῶσιν, 31 ▼▼LXX: Psa.88:32
ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, 32 ▼▼LXX: Psa.88:33
ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν, 33 ▼▼LXX: Psa.88:34
τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου 34 ▼▼LXX: Psa.88:35
οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. 35 ▼▼LXX: Psa.88:36
ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι 36 ▼▼LXX: Psa.88:37
Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου 37 ▼▼LXX: Psa.88:38
καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. διάψαλμα. 38 ▼▼LXX: Psa.88:39
σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· 39 ▼▼LXX: Psa.88:40
κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. 40 ▼▼LXX: Psa.88:41
καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· 41 ▼▼LXX: Psa.88:42
διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. 42 ▼▼LXX: Psa.88:43
ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ· 43 ▼▼LXX: Psa.88:44
ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. 44 ▼▼LXX: Psa.88:45
κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας· 45 ▼▼LXX: Psa.88:46
ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην. διάψαλμα. 46 ▼▼LXX: Psa.88:47
ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; 47 ▼▼LXX: Psa.88:48
μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; 48 ▼▼LXX: Psa.88:49
τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα. 49 ▼▼LXX: Psa.88:50
ποῦ εἰσιν τὰ ἐλέη σου; τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληθείᾳ σου 50 ▼▼LXX: Psa.88:51
μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν, 51 ▼▼LXX: Psa.88:52
οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. 52 ▼▼LXX: Psa.88:53
Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο.
Copyright information for
LXX