Psalms 91
1 ▼▼LXX: Psa.90:1
Αἶνος ᾠδῆς τῷ Δαυιδ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 2 ▼▼LXX: Psa.90:2
ἐρεῖ τῷ κυρίῳ Ἀντιλήμπτωρ μου, εἶ καὶ καταφυγή μου, ὁ θεός μου ἐλπιῶ ἐπ' αὐτόν, 3 ▼▼LXX: Psa.90:3
ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. 4 ▼▼LXX: Psa.90:4
ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 5 ▼▼LXX: Psa.90:5
οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 6 ▼▼LXX: Psa.90:6
ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. 7 ▼▼LXX: Psa.90:7
πεσεῖται ἐκ τοῦ κλίτους σου, χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· 8 ▼▼LXX: Psa.90:8
πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ. 9 ▼▼LXX: Psa.90:9
ὅτι σύ, κύριε, ἡ ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγήν σου. 10 ▼▼LXX: Psa.90:10
οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, 11 ▼▼LXX: Psa.90:11
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· 12 ▼▼LXX: Psa.90:12
ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· 13 ▼▼LXX: Psa.90:13
ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. 14 ▼▼LXX: Psa.90:14
ὅτι ἐπ' ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. 15 ▼▼LXX: Psa.90:15
ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλίψει καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. 16 ▼▼LXX: Psa.90:16
μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Copyright information for
LXX