Psalms 92
1 ▼▼LXX: Psa.91:1
Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου. ▼▼LXX: Psa.91:2
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε, 2 ▼▼LXX: Psa.91:3
τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα 3 ▼▼LXX: Psa.91:4
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ. 4 ▼▼LXX: Psa.91:5
ὅτι εὔφρανάς με, κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. 5 ▼▼LXX: Psa.91:6
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. 6 ▼▼LXX: Psa.91:7
ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. 7 ▼▼LXX: Psa.91:8
ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 8 ▼▼LXX: Psa.91:9
σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, κύριε· 9 ▼▼LXX: Psa.91:10
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, 10 ▼▼LXX: Psa.91:11
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι, 11 ▼▼LXX: Psa.91:12
καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου, ἐν τοῖς ἐχθροῖς μου. καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ' ἐμὲ πονηρευομένοις ακουσεται τὸ οὖς μου 12 ▼▼LXX: Psa.91:13
δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. 13 ▼▼LXX: Psa.91:14
πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν· 14 ▼▼LXX: Psa.91:15
ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται 15 ▼▼LXX: Psa.91:16
τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Copyright information for
LXX