Psalms 94
1 ▼▼LXX: Psa.93:1
Ψαλμὸς τῷ Δαυιδ, τετράδι σαββάτων. ὁ θεὸς ἐκδικήσεων κύριος, Ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. 2 ▼▼LXX: Psa.93:2
ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. 3 ▼▼LXX: Psa.93:3
ἕως πότε ἁμαρτωλοί, κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, 4 ▼▼LXX: Psa.93:4
φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; 5 ▼▼LXX: Psa.93:5
τὸν λαόν σου, κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν 6 ▼▼LXX: Psa.93:6
χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν 7 ▼▼LXX: Psa.93:7
καὶ εἶπαν Οὐκ ὄψεται κύριος, οὐδὲ συνήσει ὁ θεὸς τοῦ Ιακωβ. 8 ▼▼LXX: Psa.93:8
σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ, καί, μωροί, ποτὲ φρονήσατε. 9 ▼▼LXX: Psa.93:9
ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει, ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ; 10 ▼▼LXX: Psa.93:10
ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν, 11 ▼▼LXX: Psa.93:11
κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εισιν μάταιοι. 12 ▼▼LXX: Psa.93:12
μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν 13 ▼▼LXX: Psa.93:13
τοῦ πραῦναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. 14 ▼▼LXX: Psa.93:14
ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, 15 ▼▼LXX: Psa.93:15
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα. 16 ▼▼LXX: Psa.93:16
τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν; 17 ▼▼LXX: Psa.93:17
εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ἡ ψυχή μου. 18 ▼▼LXX: Psa.93:18
εἰ ἔλεγον Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, κύριε, βοηθεῖ μοι· 19 ▼▼LXX: Psa.93:19
κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου. ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου 20 ▼▼LXX: Psa.93:20
μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; 21 ▼▼LXX: Psa.93:21
θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται. 22 ▼▼LXX: Psa.93:22
καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ ὁ θεός μου· εἰς βοηθὸν ἐλπίδος μου 23 ▼▼LXX: Psa.93:23
καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν.
Copyright information for
LXX