Psalms 99
1 ▼▼LXX: Psa.98:1
Ψαλμὸς τῷ Δαυιδ. ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· Ὁ καθήμενος ἐπὶ τῶν χερουβιν, σαλευθήτω ἡ γῆ. 2 ▼▼LXX: Psa.98:2
κύριος ἐν Σιων μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς· 3 ▼▼LXX: Psa.98:3
ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν. 4 ▼▼LXX: Psa.98:4
καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας. 5 ▼▼LXX: Psa.98:5
ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. 6 ▼▼LXX: Psa.98:6
Μωϋσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν, 7 ▼▼LXX: Psa.98:7
ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα, ἃ ἔδωκεν αὐτοῖς. 8 ▼▼LXX: Psa.98:8
κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. 9 ▼▼LXX: Psa.98:9
ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμῶν.
Copyright information for
LXX