Song of Solomon 7
1 ▼▼LXX: Sng.7:2
Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν, θύγατερ ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου· 2 ▼▼LXX: Sng.7:3
ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις· 3 ▼▼LXX: Sng.7:4
δυο μαστοι σου ως δυο νεβροι διδυμοι δορκαδος 4 ▼▼LXX: Sng.7:5
τράχηλός σου ὡς πύργος ἐλεφάντινος· ὀφθαλμοί σου ὡς λίμναι ἐν εσεβων εν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου ως πύργος τοῦ λιβανου σκοπεύων πρόσωπον δαμασκου 5 ▼▼LXX: Sng.7:6
κεφαλή σου ἐπὶ σὲ ὡς καρμηλος και πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. 6 ▼▼LXX: Sng.7:7
τί ὡραιώθης καὶ τι ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου 7 ▼▼LXX: Sng.7:8
τοῦτο μέγεθός σου; ὡμοιώθη τω φοινικι καὶ οἱ μαστοι σου τοῖς βότρυσιν. 8 ▼▼LXX: Sng.7:9
εἶπα αναβησομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου και ὀσμὴ ῥινός σου ως μῆλα 9 ▼▼LXX: Sng.7:10
καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ αδελφιδω μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν. 10 ▼▼LXX: Sng.7:11
εγω τῷ ἀδελφιδῷ μου καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. 11 ▼▼LXX: Sng.7:12
ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εις ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις· 12 ▼▼LXX: Sng.7:13
ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου, σοί. 13 ▼▼LXX: Sng.7:14
οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.
Copyright information for
LXX