‏ Acts 1:3-5

3οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ· 4καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· 5ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ
 ἐν πνεύματι βαπτισθήσεσθε = WH Treg NA/NIV: || βαπτισθήσεσθε ἐν πνεύματι = RP
ἐν πνεύματι βαπτισθήσεσθε ⸃ ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.

Copyright information for SBLG