‏ Acts 2:6-11

6γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι
 ἤκουον = Treg NA/NIV RP: || ἤκουσεν = WH
ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν·
7ἐξίσταντο
 δὲ = WH NA/NIV: || δὲ πάντες = Treg RP
δὲ καὶ ἐθαύμαζον
 λέγοντες = WH Treg NA/NIV: || λέγοντες πρὸς ἀλλήλους = RP
λέγοντες·
 Οὐχ = NA/NIV: || Οὐχὶ = WH Treg; || Οὐκ = RP
Οὐχ ἰδοὺ
 πάντες = WH Treg RP: || ἅπαντες = NA/NIV
πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
8καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν; 9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 11Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.
Copyright information for SBLG