Acts 3:17-26
17Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· 18ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν ▼▼ προφητῶν = WH Treg NA/NIV: || προφητῶν αὐτοῦ = RP
προφητῶν παθεῖν τὸν χριστὸν ▼▼ αὐτοῦ = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῦ ἐπλήρωσεν οὕτως. 19μετανοήσατε οὖν καὶ ἐπιστρέψατε ▼▼ πρὸς = WH: || εἰς = Treg NA/NIV RP
πρὸς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, 20ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν, 21ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ ▼▼ στόματος = WH Treg NA/NIV: || στόματος πάντων = RP
στόματος τῶν ἁγίων ▼▼ ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν = WH Treg NA/NIV: || αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος = RP
ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν ⸃. 22Μωϋσῆς ▼▼ μὲν = WH Treg NA/NIV: || μὲν γὰρ πρὸς τοὺς πατέρας = RP
μὲν εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ ▼▼ θεὸς = WH: || θεὸς ὑμῶν = Treg NA/NIV; || θεὸς ἡμῶν = RP
θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ▼▼ ἂν = WH Treg: || ἐὰν = NA/NIV RP
ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. 24καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. 25ὑμεῖς ἐστε ▼▼ οἱ = WH Treg NA/NIV: || [omit] = RP
οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ▼▼ διέθετο ὁ θεὸς = Treg NA/NIV RP: || ὁ θεὸς διέθετο = WH
διέθετο ὁ θεὸς ⸃ πρὸς τοὺς πατέρας ▼▼ ὑμῶν = WH Treg NA/NIV: || ἡμῶν = RP
ὑμῶν, λέγων πρὸς Ἀβραάμ Καὶ ἐν τῷ σπέρματί σου ▼▼ ἐνευλογηθήσονται = Treg NA/NIV RP: || εὐλογηθήσονται = WH
ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26ὑμῖν πρῶτον ▼▼ ἀναστήσας ὁ θεὸς = WH NA/NIV: || ὁ θεὸς ἀναστήσας = Treg RP
ἀναστήσας ὁ θεὸς ⸃ τὸν παῖδα ▼▼ αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ Ἰησοῦν = RP
αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
Copyright information for
SBLG