Acts 4:13-22
13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν, 14τόν ▼▼ τε = WH Treg NA/NIV: || δὲ = RP
τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν. 15κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους 16λέγοντες· Τί ▼▼ ποιήσωμεν = WH Treg NA/NIV: || ποιήσομεν = RP
ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ▼▼ ἀρνεῖσθαι = WH Treg NA/NIV: || ἀρνήσασθαι = RP
ἀρνεῖσθαι· 17ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ▼▼ ἀπειλησώμεθα = WH Treg NA/NIV: || ἀπειλῇ ἀπειλησόμεθα = RP
ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. 18καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν ▼▼ τὸ = Treg NA/NIV: || [omit] = WH; || αὐτοῖς τὸ = RP
τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες ▼▼ εἶπον πρὸς αὐτούς = WH Treg NA/NIV: || πρὸς αὐτούς εἶπον = RP
εἶπον πρὸς αὐτούς ⸃· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε, 20οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. 21οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ▼▼ κολάσωνται = WH Treg NA/NIV: || κολάσονται = RP
κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι· 22ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν ▼▼ γεγόνει = WH Treg NA/NIV: || ἐγεγόνει = RP
γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
Copyright information for
SBLG