Acts 4:23-31
23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν. 24οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, ▼▼ σὺ = WH Treg NA/NIV: || σὺ ὁ θεὸς = RP
σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 25ὁ ▼▼ τοῦ πατρὸς ἡμῶν = WH Treg NA/NIV: || [omit] = RP
τοῦ πατρὸς ἡμῶν ⸃ διὰ ▼▼ πνεύματος ἁγίου = WH Treg NA/NIV: || [omit] = RP
πνεύματος ἁγίου ⸃ στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 26παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. 27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ▼▼ ἐν τῇ πόλει ταύτῃ = WH Treg NA/NIV: || [omit] = RP
ἐν τῇ πόλει ταύτῃ ⸃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, 28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ ▼▼ βουλὴ = WH: || βουλὴ σου = Treg NA/NIV RP
βουλὴ προώρισεν γενέσθαι. 29καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30ἐν τῷ τὴν χεῖρά ▼▼ σου = NA/NIV RP: || [omit] = WH Treg
σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες ▼▼ τοῦ ἁγίου πνεύματος = WH Treg NA/NIV: || πνεύματος ἁγίου = RP
τοῦ ἁγίου πνεύματος ⸃, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
Copyright information for
SBLG